Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.176 Dem. 23.180 (English) >>Dem. 23.182

23.178ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδʼ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δʼ ἕτεροι ταυτί. λέγʼ αὐτοῖς.Ἐπιστολή

λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. καὶ σκοπεῖτʼ εἰ ἄρʼ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν.Ἐπιστολή

ὁρᾶτε καὶ συνίετʼ, ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο· αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. πάντʼ ἄνω καὶ κάτω πεποίηκεν, καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν.

23.179μετὰ ταῦτα τοίνυν ὅσον μὲν χρόνον ὑμετέρα δύναμις παρῆν ἐν Ἑλλησπόντῳ, κολακεύων καὶ φενακίζων ὑμᾶς διαγέγονεν· ἐπεὶ δʼ εἶδε τάχιστα τὸν Ἑλλήσποντον ἔρημον δυνάμεως, εὐθὺς ἐνεχείρει καταλύειν καὶ ἀπαλλάξαι τοὺς δύο τῆς ἀρχῆς καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιήσασθαι τὴν ἀρχήν, ἔργῳ πεῖραν ἔχων ὅτι τῶν πρὸς ὑμᾶς οὐδὲν μὴ δυνηθῇ πρότερον λῦσαι, πρὶν ἂν ἐκβάλῃ τούτους. 23.180ἵνα δʼ ὡς ῥᾷστα τοῦτο περάνειε, ψήφισμα τοιοῦτο παρʼ ὑμῶν εὕρετο ἐξ οὗ κυρωθέντος ἄν, εἰ μὴ διʼ ἡμᾶς καὶ ταύτην τὴν γραφήν, ἠδίκηντο μὲν φανερῶς οἱ δύο τῶν βασιλέων, ἡσυχίαν δʼ ἂν ἦγον οἱ στρατηγοῦντες αὐτοῖς, Βιάνωρ, Σίμων, Ἀθηνόδωρος, φοβούμενοι τὴν διὰ τοῦ ψηφίσματος συκοφαντίαν, δὲ ταύτης τῆς ἐξουσίας ἀπολαύσας καὶ πᾶσαν ὑφʼ αὑτῷ λαβὼν τὴν ἀρχὴν ἰσχυρὸς ἂν ἐχθρὸς ὑπῆρχεν ὑμῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.176 Dem. 23.180 (English) >>Dem. 23.182

Powered by PhiloLogic